Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.78 Joseph. AJ 7.82 (English) >>Joseph. AJ 7.87

7.80προῆγε δʼ βασιλεὺς καὶ πᾶν σὺν αὐτῷ τὸ πλῆθος ὑμνοῦντες τὸν θεὸν καὶ ᾄδοντες πᾶν εἶδος μέλους ἐπιχώριον σύν τε ἤχῳ ποικίλῳ κρουσμάτων τε καὶ ὀρχήσεων καὶ ψαλμῶν ἔτι δὲ σάλπιγγος καὶ κυμβάλων κατάγοντες τὴν κιβωτὸν εἰς Ἱεροσόλυμα. 7.81ὡς δʼ ἄχρι τῆς Χειδῶνος ἅλωνος τόπου τινὸς οὕτω καλουμένου προῆλθον, τελευτᾷ Ὀζᾶς κατʼ ὀργὴν τοῦ θεοῦ· τῶν βοῶν γὰρ ἐπινευσάντων τὴν κιβωτὸν ἐκτείναντα τὴν χεῖρα καὶ κατασχεῖν ἐθελήσαντα, ὅτι μὴ ὢν ἱερεὺς ἥψατο ταύτης, ἀποθανεῖν ἐποίησε. 7.82καὶ μὲν βασιλεὺς καὶ λαὸς ἐδυσφόρησαν ἐπὶ τῷ θανάτῳ τοῦ Ὀζᾶ, δὲ τόπος ἐν ἐτελεύτησεν Ὀζᾶ διακοπὴ καλεῖται. δείσας δʼ Δαυίδης καὶ λογισάμενος, μὴ ταὐτὸ πάθῃ τῷ Ὀζᾶ δεξάμενος τὴν κιβωτὸν παρʼ αὑτὸν ἐν τῇ πόλει, ἐκείνου διότι μόνον ἐξέτεινε τὴν χεῖρα πρὸς αὐτὴν οὕτως ἀποθανόντος, 7.83οὐκ εἰσδέχεται μὲν αὐτὴν πρὸς αὑτὸν εἰς τὴν πόλιν, ἀλλʼ ἐκνεύσας εἴς τι χωρίον ἀνδρὸς δικαίου, Ὠβαδάρου ἄνομα Ληουίτου τὸ γένος, παρʼ αὐτῷ τὴν κιβωτὸν τίθησιν· ἔμεινε δʼ ἐπὶ τρεῖς ὅλους μῆνας αὐτόθι καὶ τὸν οἶκον τὸν Ὠβαδάρου ηὔξησέ τε καὶ πολλῶν αὐτῷ μετέδωκεν ἀγαθῶν. 7.84ἀκούσας δὲ βασιλεὺς ὅτι ταῦτα συμβέβηκεν Ὠβαδάρῳ καὶ ἐκ πενίας καὶ ταπεινότητος ἀθρόως εὐδαίμων καὶ ζηλωτὸς γέγονε παρὰ πᾶσι τοῖς ὁρῶσι καὶ πυνθανομένοις τὴν οἰκίαν αὐτοῦ, θαρσήσας ὡς οὐδενὸς κακοῦ πειρασόμενος τὴν κιβωτὸν πρὸς αὑτὸν μετακομίζει,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.78 Joseph. AJ 7.82 (English) >>Joseph. AJ 7.87

Powered by PhiloLogic